Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.82 Joseph. AJ 14.86 (English) >>Joseph. AJ 14.91

14.84ἔρχεται οὖν ἐπʼ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν· οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ· ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι. 14.85καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος, συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον. 14.86

Ἐν τούτῳ Γαβίνιος ἐπʼ Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν. στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφʼ οὓς ἀνῄεσαν οἱ Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν ἠριστευκέναι. 14.87Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών, ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο. 14.88καὶ ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον ἐρήμους γενομένας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.82 Joseph. AJ 14.86 (English) >>Joseph. AJ 14.91

Powered by PhiloLogic